Αυγ 222014
 

3712901d37eae606854effaf56c1bf59[… καὶ γὰρ καὶ τῆς νυκτὸς ἐκείνης βρονταί τε καὶ σέλας ἐξ οὐρανοῦ ἐπεσήμηναν. καὶ ἐπὶ τούτοις ἔθυε τῇ ὑστεραίᾳ Ἀλέξανδρος τοῖς φήνασι θεοῖς τά τε σημεῖα καὶ τοῦ δεσμοῦ τὴν λύσιν…]

ΑΥΤΑ ΣΥΝΕΒΗΣΑΝ ΜΕΤΑ ΤΗΝ ΛΥΣΗ ΤΟΥ ΓΟΡΔΙΟΥ ΔΕΣΜΟΥ ΑΠΟ ΤΟΝ ΜΕΓΑ ΑΛΕΞΑΝΔΡΟ! ΑΡΑΓΕ ΤΙ ΝΑ ΣΥΝΕΒΕΙ ΠΡΙΝ ΑΠΟ ΕΚΕΙΝΗ ΤΗΝ ΝΥΚΤΑ 1 ΑΥΓΟΥΣΤΟΥ ΠΟΥ ΣΕ ΟΛΗ ΣΧΕΔΟΝ ΤΗΝ ΕΛΛΑΔΑ, ΑΣΤΡΑΠΕΣ ΚΑΙ ΣΕΛΑΣ ΓΕΜΙΣΕ ΤΟΥΣ ΟΥΡΑΝΟΥΣ;… ΕΚΕΙΝΟ ΠΟΥ ΣΥΝΕΒΕΙ ΣΙΓΟΥΡΑ ΕΙΝΑΙ Η Η ΔΗΛΩΣΗ ΠΟΥ ΕΚΑΝΕ Ο ΑΡΤΕΜΗΣ ΣΩΡΡΑΣ ΣΤΙΣ 27/7/2898, ΟΤΙ ΘΑ ΚΑΝΕΙ ΜΗΝΥΣΗ ΣΤΟ Τ.Χ.Σ. ΚΑΙ ΤΗΝ ΤΡΟΪΚΑ, ΚΑΤΙ ΠΟΥ ΕΓΙΝΕ ΣΤΙΣ 11/8/2898…!!! 

[…Ἀλέξανδρος δὲ ὡς ἐς Γόρδιον παρῆλθε, πόθος λαμβάνει αὐτὸν ἀνελθόντα ἐς τὴν ἄκραν, ἵνα καὶ τὰ βασίλεια ἦν τὰ Γορδίου καὶ τοῦ παιδὸς αὐτοῦ Μίδου, τὴν ἅμαξαν ἰδεῖν τὴν Γορδίου καὶ τοῦ ζυγοῦ τῆς ἁμάξης τὸν δεσμόν. λόγος δὲ περὶ τῆς ἁμάξης ἐκείνης παρὰ τοῖς προσχώροις πολὺς κατεῖχε,

Γόρδιον εἶναι τῶν πάλαι Φρυγῶν ἄνδρα πένητα καὶ ὀλίγην εἶναι αὐτῷ γῆν ἐργάζεσθαι καὶ ζεύγη βοῶν δύο. καὶ τῷ μὲν ἀροτριᾶν, τῷ δὲ ἁμαξεύειν τὸν Γόρδιον. καί ποτε ἀροῦντος αὐτοῦ ἐπιστῆναι ἐπὶ τὸν ζυγὸν ἀετὸν καὶ ἐπιμεῖναι ἔστε ἐπὶ βουλυτὸν καθήμενον. τὸν δὲ ἐκπλαγέντα τῇ ὄψει ἰέναι κοινώσοντα ὑπὲρ τοῦ θείου παρὰ τοὺς Τελμισσέας τοὺς μάντεις. εἶναι γὰρ τοὺς Τελμισσέας σοφοὺς τὰ θεῖα ἐξηγεῖσθαι καί σφισιν ἀπὸ γένους δεδόσθαι αὐτοῖς καὶ γυναιξὶν καὶ παισὶ τὴν μαντείαν. προσάγοντα δὲ κώμῃ τινὶ τῶν Τελμισσέων ἐντυχεῖν παρθένῳ ὑδρευομένῃ καὶ πρὸς ταύτην εἰπεῖν ὅπως οἱ τὸ τοῦ ἀετοῦ ἔσχε. τὴν δέ, εἶναι γὰρ καὶ αὐτὴν τοῦ μαντικοῦ γένους, θύειν κελεῦσαι τῷ Διὶ τῷ βασιλεῖ, ἐπανελθόντα ἐς τὸν τόπον αὐτόν. καὶ, δεηθῆναι γὰρ αὐτῆς Γόρδιον τὴν θυσίαν ξυνεπισπομένην οἱ αὐτὴν ἐξηγήσασθαι, θῦσαί τε ὅπως ἐκείνη ὑπετίθετο τὸν Γόρδιον καὶ ξυγγενέσθαι ἐπὶ γάμῳ τῇ παιδὶ καὶ γενέσθαι αὐτοῖν παῖδα Μίδαν ὄνομα.

ἤδη τε ἄνδρα εἶναι τὸν Μίδαν καλὸν καὶ γενναῖον καὶ ἐν τούτῳ στάσει πιέζεσθαι ἐν σφίσι τοὺς Φρύγας, καὶ γενέσθαι αὐτοῖς χρησμὸν, ὅτι ἅμαξα ἄξει αὐτοῖς βασιλέα καὶ ὅτι οὗτος αὐτοῖς καταπαύσει τὴν στάσιν. ἔτι δὲ περὶ αὐτῶν τούτων βουλευομένοις ἐλθεῖν τὸν Μίδαν ὁμοῦ τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ ἐπιστῆναι τῇ ἐκκλησίᾳ αὐτῇ ἁμάξῃ. τοὺς δὲ ξυμβαλόντας τὸ μαντεῖον τοῦτον ἐκεῖνον γνῶναι ὄντα, ὅντινα ὁ θεὸς αὐτοῖς ἔφραζεν, ὅτι ἄξει ἡ ἅμαξα. καὶ καταστῆσαι μὲν αὐτοὺς βασιλέα τὸν Μίδαν, Μίδαν δὲ αὐτοῖς τὴν στάσιν καταπαῦσαι, καὶ τὴν ἅμαξαν τοῦ πατρὸς ἐν τῇ ἄκρᾳ ἀναθεῖναι χαριστήρια τῷ Διὶ τῷ βασιλεῖ ἐπὶ τοῦ ἀετοῦ τῇ πομπῇ. πρὸς δὲ δὴ τούτοις καὶ τόδε περὶ τῆς ἁμάξης ἐμυθεύετο, ὅστις λύσειε τοῦ ζυγοῦ τῆς ἁμάξης τὸν δεσμόν, τοῦτον χρῆναι ἄρξαι τῆς Ἀσίας. ἦν δὲ ὁ δεσμὸς ἐκ φλοιοῦ κρανίας καὶ τούτου οὔτε τέλος οὔτε ἀρχὴ ἐφαίνετο.

Ἀλέξανδρος δὲ ὡς ἀπόρως μὲν εἶχεν ἐξευρεῖν λύσιν τοῦ δεσμοῦ, ἄλυτον δὲ περιιδεῖν οὐκ ἤθελε, μή τινα καὶ τοῦτο ἐς τοὺς πολλοὺς κίνησιν ἐργάσηται, οἱ μὲν λέγουσιν, ὅτι παίσας τῷ ξίφει διέκοψε τὸν δεσμὸν καὶ λελύσθαι ἔφη. Ἀριστόβουλος δὲ λέγει ἐξελόντα τὸν ἕστορα τοῦ ῥυμοῦ, ὃς ἦν τύλος διαβεβλημένος διὰ τοῦ ῥυμοῦ διαμπάξ, ξυνέχων τὸν δεσμόν, ἐξελκύσαι ἔξω τοῦ ῥυμοῦ τὸ ζυγόν. ὅπως μὲν δὴ ἐπράχθη τὰ ἀμφὶ τῷ δεσμῷ τούτῳ Ἀλεξάνδρῳ οὐκ ἔχω ἰσχυρίσασθαι. ἀπηλλάγη δ’ οὖν ἀπὸ τῆς ἁμάξης αὐτός τε καὶ οἱ ἀμφ’ αὐτὸν ὡς τοῦ λογίου τοῦ ἐπὶ τῇ λύσει τοῦ δεσμοῦ ξυμβεβηκότος.

καὶ γὰρ καὶ τῆς νυκτὸς ἐκείνης βρονταί τε καὶ σέλας ἐξ οὐρανοῦ ἐπεσήμηναν. καὶ ἐπὶ τούτοις ἔθυε τῇ ὑστεραίᾳ Ἀλέξανδρος τοῖς φήνασι θεοῖς τά τε σημεῖα καὶ τοῦ δεσμοῦ τὴν λύσιν…]

……………………….

[… Ὁ δὲ συγκαλέσας στρατηγούς τε καὶ ἰλάρχας καὶ τῶν ξυμμάχων τοὺς ἡγεμόνας παρεκάλει θαῤῥεῖν μὲν ἐκ τῶν ἤδη σφίσι καλῶς κεκινδυνευμένων καὶ ὅτι πρὸς νενικημένους ὁ ἀγὼν νενικηκόσιν αὐτοῖς ἔσται καὶ ὅτι ὁ θεὸς ὑπὲρ σφῶν στρατηγεῖ ἄμεινον, ἐπὶ νοῦν Δαρείῳ ἀγαγὼν καθεῖρξαι τὴν δύναμιν ἐκ τῆς εὐρυχωρίας ἐς τὰ στενόπορα, ἵνα σφίσι μὲν ξύμμετρον τὸ χωρίον ἀναπτύξαι τὴν φάλαγγα, τοῖς δὲ ἀχρεῖον τὸ πλῆθος [ὅτι] ἔσται τῇ μάχῃ, οὔτε τὰ σώματα οὔτε τὰς γνώμας παραπλησίοις. Μακεδόνας τε γὰρ Πέρσαις καὶ Μήδοις, ἐκ πάνυ πολλοῦ τρυφῶσιν, αὐτοὺς ἐν τοῖς πόνοις τοῖς πολεμικοῖς πάλαι ἤδη μετὰ κινδύνων ἀσκουμένους, ἄλλως τε καὶ δούλοις ἀνθρώποις ἐλευθέρους, εἰς χεῖρας ἥξειν. ὅσοι τε Ἕλληνες Ἕλλησιν, οὐχ ὑπὲρ τῶν αὐτῶν μαχεῖσθαι, ἀλλὰ τοὺς μὲν ξὺν Δαρείῳ ἐπὶ μισθῷ καὶ οὐδὲ τούτῳ πολλῷ κινδυνεύοντας, τοὺς δὲ ξὺν σφίσιν ὑπὲρ τῆς Ἑλλάδος ἑκόντας ἀμυνομένους…]

ΑΡΡΙΑΝΟΣ, Αλεξάνδρου Ανάβασις, βιβλίον δεύτερον.

(… και όσοι Έλληνες εναντίον Ελλήνων, δεν θα αντιμαχηθούν για τα ίδια, αλλά οι μεν μαζί με τον Δαρείο, μόνο για τον μισθό τους χωρίς να διακινδυνεύουν πολλά, οι δε μαζί με μένα υπέρ της Ελλάδος αμύνονται…)

……………………………………………………………………

Στις επόμενες ημέρες θα κατατεθεί η Μηνυτήριος Αναφορά από τον Αρτέμη Σώρρα. Αφού κατατεθεί, είναι δικαίωμα όλων των πολιτών να προχωρήσουν σε μήνυση. Και άμεσο συμφέρον έχουν όσοι κατέχουν μετοχές των τραπεζών, οι ομολογιούχοι, αλλά και οι πολίτες έχουν μεταφερόμενο έννομο συμφέρον.

ΜΟΛΙΣ ΕΙΠΕ Ο ΑΡΤΕΜΗΣ ΣΩΡΡΑΣ ΓΙΑ ΜΗΝΥΣΗ ΚΑΤΑ ΤΗΣ ΤΡΟΪΚΑΣ, ΔΕΝ ΕΡΧΟΝΤΑΙ ΣΤΗΝ ΕΛΛΑΔΑ!!!

ΠΡΙΝ ΑΚΟΜΑ ΚΑΝΕΙ ΜΗΝΥΣΗ Ο ΑΡΤΕΜΗΣ ΣΩΡΡΑΣ ΚΑΤΑ ΤΗΣ ΤΡΟΪΚΑ, ΓΚΡΕΜΙΖΕΤΑΙ ΤΟ ΣΥΜΠΑΝ! ΤΡΕΧΟΥΝ ΚΑΙ ΔΕΝ ΦΤΑΝΟΥΝ!

ΑΡΤΕΜΗΣ ΣΩΡΡΑΣ: «ΦΥΛΑΞΤΕ ΤΑ, ΘΑ ΤΑ ΧΡΕΙΑΣΤΟΥΜΕ ΣΤΗ ΜΗΝΥΣΗ ΓΕΝΟΚΤΟΝΙΑΣ». ΠΟΛΙΤΙΚΟΙ ΤΟΥ ΙΣΡΑΗΛ: «ΒΑΣΙΚΟΣ ΜΑΣ ΑΝΤΙΠΑΛΟΣ ΕΙΝΑΙ Ο ΕΛΛΗΝΙΣΜΟΣ»…

Προτείνουμε:

...