Ellhnikon gar h IsiV esti kai o Tufwn polemoV <wn> thi qewi-PloutarcoV : Peri IsidoV kai OsiridoV
…tou d ierou tounoma kai safwV epaggelletai kai gnwsin kai eidhsin tou ontoV
onomazetai gar (PAR)Iseion wV eisomenwn to on an meta Logou
kai osiwV eiV ta iera thV qeou parelqwmen
….
9. Οἱ δὲ βασιλεῖς ἀπεδείκνυντο μὲν ἐκ τῶν ἱερέων ἢ τῶν μαχίμων, τοῦ μὲν δι’ ἀνδρείαν τοῦ δὲ διὰ σοφίαν γένους ἀξίωμα καὶ τιμὴν ἔχοντος. Ὁ δ’ ἐκ μαχίμων ἀποδεδειγμένος εὐθὺς ἐγίνετο τῶν ἱερέων καὶ μετεῖχε τῆς φιλοσοφίας ἐπικεκρυμμένης τὰ πολλὰ μύθοις καὶ λόγοις ἀμυδρὰς ἐμφάσεις τῆς ἀληθείας καὶ διαφάσεις ἔχουσιν, ὥσπερ ἀμέλει καὶ παραδηλοῦσιν αὐτοὶ πρὸ τῶν ἱερῶν τὰς σφίγγας ἐπιεικῶς ἱστάντες, ὡς αἰνιγματώδη σοφίαν τῆς θεολογίας αὐτῶν ἐχούσης. Τὸ δ’ ἐν Σάι τῆς Ἀθηνᾶς, ὃ ἣν καὶ Ἶσιν νομίζουσιν, ἕδος ἐπιγραφὴν εἶχε τοιαύτην
ἐγώ εἰμι πᾶν τὸ γεγονὸς καὶ ὂν καὶ ἐσόμενον καὶ τὸν
ἐμὸν πέπλον οὐδείς πω θνητὸς ἀπεκάλυψεν.

…………………………………………………………………………………