Ιαν 282015
 

k14g-pic328 Μαΐου 2011

Επειδή άβουλοι βουλεύθησαν περί της Ελλάδος σωτηρίας… Και με αφορμή το παρακάτω…

Πρόεδρε Καρατζαφέρη, ο Ευρυβιάδης ήταν γνωστό λαμόγιο στην αρχαιότητα…

Δεν είναι πρέπον να δημιουργούνται διαστρεβλώσεις των Ιστορικών γεγονότων ελαφρά τη καρδία… Δια τούτο… 

57

1 ἐνθαῦτα δὴ Θεμιστοκλέα ἀπικόμενον ἐπὶ τὴν νέα εἴρετο Μνησίφιλος ἀνὴρ Ἀθηναῖος ὅ τι σφι εἴη βεβουλευμένον. πυθόμενος δὲ πρὸς αὐτοῦ ὡς εἴη δεδογμένον ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμὸν καὶ πρὸ τῆς Πελοποννήσου ναυμαχέειν, εἶπε 2 “οὔτ᾽ ἄρα, ἤν ἀπαείρωσι τὰς νέας ἀπὸ Σαλαμῖνος, περὶ οὐδεμιῆς ἔτι πατρίδος ναυμαχήσεις· κατὰ γὰρ πόλις ἕκαστοι τρέψονται, καὶ οὔτε σφέας Εὐρυβιάδης κατέχειν δυνήσεται οὔτε τις ἀνθρώπων ἄλλος ὥστε μὴ οὐ διασκεδασθῆναι τὴν στρατιήν· ἀπολέεταί τε ἡ Ἑλλὰς ἀβουλίῃσι. ἀλλ᾽ εἴ τις ἐστὶ μηχανή, ἴθι καὶ πειρῶ διαχέαι τὰ βεβουλευμένα, ἤν κως δύνῃ ἀναγνῶσαι Εὐρυβιάδην μεταβουλεύσασθαι ὥστε αὐτοῦ μένειν ”.

Αντιλαμβανόμενοι οι Αθηναίοι τον τεράστιο κίνδυνο εξαφάνισης της Ελλάδος δεν στασίασαν περί της αρχηγίας, στο Αρτεμίσιο… αλλά ούτε και αργότερα στη Σαλαμίνα…

3

1 ἐγένετο γὰρ κατ᾽ ἀρχὰς λόγος, πρὶν ἢ καὶ ἐς Σικελίην πέμπειν ἐπὶ συμμαχίην, ὡς τὸ ναυτικὸν Ἀθηναίοισι χρεὸν εἴη ἐπιτρέπειν. ἀντιβάντων δὲ τῶν συμμάχων εἶκον οἱ Ἀθηναῖοι μέγα πεποιημένοι περιεῖναι τὴν Ἑλλάδα καὶ γνόντες, εἰ στασιάσουσι περὶ τῆς ἡγεμονίης, ὡς ἀπολέεται ἡ Ἑλλάς, ὀρθὰ νοεῦντες· στάσις γὰρ ἔμφυλος πολέμου ὁμοφρονέοντος τοσούτῳ κάκιον ἐστὶ ὅσῳ πόλεμος εἰρήνης. 2 ἐπιστάμενοι ὦν αὐτὸ τοῦτο οὐκ ἀντέτεινον ἀλλ᾽ εἶκον, μέχρι ὅσου κάρτα ἐδέοντο αὐτῶν, ὡς διέδεξαν· ὡς γὰρ δὴ ὠσάμενοι τὸν Πέρσην περὶ τῆς ἐκείνου ἤδη τὸν ἀγῶνα ἐποιεῦντο, πρόφασιν τὴν Παυσανίεω ὕβριν προϊσχόμενοι ἀπείλοντο τὴν ἡγεμονίην τοὺς Λακεδαιμονίους. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο

Ορθώς δεν προκάλεσαν εμφύλιο πόλεμο τότε… Το λάθος αυτό το διέπραξαν αργότερα, προκαλώντας τον Πελοποννησιακό πόλεμο.  

4

1 τότε δὲ οὗτοι οἱ καὶ ἐπ᾽ Ἀρτεμίσιον Ἑλλήνων ἀπικόμενοι ὡς εἶδον νέας τε πολλὰς καταχθείσας ἐς τὰς Ἀφέτας καὶ στρατιῆς ἅπαντα πλέα, ἐπεὶ αὐτοῖσι παρὰ δόξαν τὰ πρήγματα τῶν βαρβάρων ἀπέβαινε ἤ ὡς αὐτοὶ κατεδόκεον, καταῤῥωδήσαντες δρησμὸν ἐβουλεύοντο ἀπὸ τοῦ Ἀρτεμισίου ἔσω ἐς τὴν Ἑλλάδα. 2 γνόντες δὲ σφέας οἱ Εὐβοέες ταῦτα βουλευομένους ἐδέοντο Εὐρυβιάδεω προσμεῖναι χρόνον ὀλίγον, ἔστ᾽ ἂν αὐτοὶ τέκνα τε καὶ τοὺς οἰκέτας ὑπεκθέωνται. ὡς δ᾽ οὐκ ἔπειθον, μεταβάντες τὸν Ἀθηναίων στρατηγὸν πείθουσι Θεμιστοκλέα ἐπὶ μισθῷ τριήκοντα ταλάντοισι, ἐπ᾽ ᾧ τε καταμείναντες πρὸ τῆς Εὐβοίης ποιήσονται τὴν ναυμαχίην.

Δεν ήταν, λοιπόν, ο Ευρυβιάδης που μισθώθηκε, αλλά ο Θεμιστοκλής!  

5

1 ὁ δὲ Θεμιστοκλέης τοὺς Ἕλληνας ἐπισχεῖν ὧδε ποιέει· Εὐρυβιάδῃ τούτων τῶν χρημάτων μεταδιδοῖ πέντε τάλαντα ὡς παρ᾽ ἑωυτοῦ δῆθεν διδούς. ὡς δέ οἱ οὗτος ἀνεπέπειστο, Ἀδείμαντος γὰρ ὁ Ὠκύτου ὁ Κορίνθιος στρατηγὸς τῶν λοιπῶν ἤσπαιρε μοῦνος, φάμενος ἀποπλεύσεσθαί τε ἀπὸ τοῦ Ἀρτεμισίου καὶ οὐ παραμενέειν, πρὸς δὴ τοῦτον εἶπε ὁ Θεμιστοκλέης ἐπομόσας 2 “οὐ σύ γε ἡμέας ἀπολείψεις, ἐπεί τοι ἐγὼ μέζω δῶρα δώσω ἢ βασιλεὺς ἄν τοι ὁ Μήδων πέμψειε ἀπολιπόντι τοὺς συμμάχους ”ταῦτά τε ἅμα ἠγόρευε καὶ πέμπει ἐπὶ τὴν νέα τὴν Ἀδειμάντου τάλαντα ἀργυρίου τρία· 3 οὗτοί τε δὴ πάντες δώροισι ἀναπεπεισμένοι ἦσαν καὶ τοῖσι Εὐβοεῦσι ἐκεχάριστοαὐτός τε ὁ Θεμιστοκλέης ἐκέρδηνε, ἐλάνθανε δὲ τὰ λοιπὰ ἔχων, ἀλλ᾽ ἠπιστέατο οἱ μεταλαβόντες τούτων τῶν χρημάτων ἐκ τῶν Ἀθηνέων ἐλθεῖν ἐπὶ τῷ λόγῳ τούτῳ τὰ χρήματα
Ηρόδοτου Ιστορίαι, Βιβλίο Η’, Ουρανία

Ναι μεν ο Θεμιστοκλής έδρασε… πονηρώς,αλλά ως απεδείχθει εκ των τότε γεγονότων, υπέρ της Ελλάδος εκείνην την στιγμήν της ιστορικά καταγεγραμμένης ΣΩΤΗΡΙΑΣ της Ελλάδος… 

«ουκ εά με καθεύδειν το του Μιλτιάδου τρόπαιον» (δεν με αφήνει να ησυχάσω η δόξα του Μιλτιάδη*) Θεμιστοκλής.

Ένα ερώτημα προς τους σημερινούς που προσπαθούν να συγκρίνουν εαυτούς και άλλους με τους τότε μεγάλους Έλληνες: Πόσος ήταν ο μισθός τους; Και πόσα παίρνουν αυτοί σήμερα και γιατί;

Σχετικά θέματα:

«Λεγόταν Θεμιστοκλής και τον έλεγαν γιο του Νεοκλή»

Ο θάνατος του Θεμιστοκλή και “το του Μιλτιάδου τρόπαιον”

Διαβάστε και το ιστορικό μυθιστορηματάκι… Δημάρατος

http://alfeiospotamos.blogspot.gr/2011/05/blog-post_28.html

  One Response to “Περί Θεμιστοκλέους και Ευρυβιάδου επίκαιρος λόγος “…ἀπολέεταί τε ἡ Ἑλλὰς ἀβουλίῃσι.” Θεμιστοκλής”

...