ΗΣΙΟΔΟΣ, “ΕΡΓΑ ΚΑΙ ΗΜΕΡΑΙ”, ΠΕΜΠΤΟΝ ΓΕΝΟΣ ΜΕΡΟΠΩΝ ΑΝΘΡΩΠΩΝ…

ΕΛΛΗΝΙΚΗ ΙΣΤΟΡΙΑ

Έργα και ημέραι

Ησίοδος

πέμπτον γένος μερόπων ανθρώπων…

[…μηκέτ᾽ ἔπειτ᾽ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι
    ἀνδράσιν, ἀλλ᾽ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι.        175
    νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτ᾽ ἦμαρ
    παύσονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ
    φθειρόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας.
    ἀλλ᾽ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.

Ζεὺς δ᾽ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,        180
    εὖτ᾽ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.
    οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες,
    οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,
    οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.
    αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·        185
    μέμψονται δ᾽ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι,
    σχέτλιοι, οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε
    γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν
    χειροδίκαι· ἕτερος δ᾽ ἑτέρου πόλιν ἐξαλαπάξει.
    οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου        190
    οὔτ᾽ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν
    ἀνέρα τιμήσουσι· δίκη δ᾽ ἐν χερσί, καὶ αἰδὼς
    οὐκ ἔσται· βλάψει δ᾽ ὁ κακὸς τὸν ἀρείονα φῶτα
    μύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δ᾽ ὅρκον ὀμεῖται.
    ζῆλος δ᾽ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι        195
    δυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης.
    καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης
    λευκοῖσιν φάρεσσι καλυψαμένω χρόα καλὸν
    ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ᾽ ἀνθρώπους
    Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ        200
    θνητοῖς ἀνθρώποισι, κακοῦ δ᾽ οὐκ ἔσσεται ἀλκή.

    νῦν δ᾽ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς·
    ὧδ᾽ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον
    ὕψι μάλ᾽ ἐν νεφέεσσι φέρων, ὀνύχεσσι μεμαρπώς·
    ἡ δ᾽ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφ᾽ ὀνύχεσσι,        205
    μύρετο· τὴν ὅ γ᾽ ἐπικρατέως πρὸς μῦθον ἔειπεν·

    «δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων·
    τῇ δ᾽ εἶς, ᾗ σ᾽ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν·
    δεῖπνον δ᾽, αἴ κ᾽ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.
    ἄφρων δ᾽, ὅς κ᾽ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν·        210
    νίκης τε στέρεται πρός τ᾽ αἴσχεσιν ἄλγεα πάσχει.»

…………………………

ὦ βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ
    τήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες
    ἀθάνατοι φράζονται, ὅσοι σκολιῇσι δίκῃσιν        250
    ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες.
    τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ
    ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων·
    οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα
    ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπ᾽ αἶαν.        255
    ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα,
    κυδρή τ᾽ αἰδοίη τε θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
    καί ῥ᾽ ὁπότ᾽ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων,
    αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι
    γηρύετ᾽ ἀνθρώπων ἄδικον νόον, ὄφρ᾽ ἀποτείσῃ        260
    δῆμος ἀτασθαλίας βασιλέων, οἳ λυγρὰ νοεῦντες
    ἄλλῃ παρεκλίνωσι δίκας σκολιῶς ἐνέποντες.
    ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε μύθους
    δωροφάγοι, σκολιῶν δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.
    οἷ τ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,        265
    ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.
    πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας
    καί νυ τάδ᾽, αἴ κ᾽ ἐθέλῃσ᾽, ἐπιδέρκεται, οὐδέ ἑλήθει,
    οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.
    νῦν δὴ ἐγὼ μήτ᾽ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος        270
    εἴην μήτ᾽ ἐμὸς υἱός, ἐπεὶ κακὸν ἄνδρα δίκαιον
    ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει·
    ἀλλὰ τά γ᾽ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα….]

Αφήστε μια απάντηση